Ο Απόστολος και το Ευαγγέλιο της Κυριακής 3 Μαΐου 2015 (Κυριακή του Παραλύτου)


Το Αποστολικό Ανάγνωσμα
(Πραξ. θ´ 32-42)
Εν ταῖς ἡμέραις ἐκείναις, ἐγένετο Πέτρον διερχόμενον διὰ πάντων κατελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας Λύδδαν. Εὗρε δὲ ἐκεῖ ἄνθρωπόν τινα Αἰνέαν ὀνόματι, ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ κραβάττῳ, ὃς ἦν παραλελυμένος. Καὶ εἶπεν αὐτῷ ὁ Πέτρος· Αἰνέα, ἰᾶταί σε ᾿Ιησοῦς ὁ Χριστός· ἀνάστηθι καὶ στρῶσον σεαυτῷ. Καὶ εὐθέως ἀνέστη. Καὶ εἶδον αὐτὸν πάντες οἱ κατοικοῦντες Λύδδαν καὶ τὸν Σάρωνα, οἵτινες ἐπέστρεψαν ἐπὶ τὸν Κύριον. ᾿Εν ᾿Ιόππῃ δέ τις ἦν μαθήτρια ὀνόματι Ταβιθά, ἣ διερμηνευομένη λέγεται Δορκάς· αὕτη ἦν πλήρης ἀγαθῶν ἔργων καὶ ἐλεημοσυνῶν ὧν ἐποίει. ᾿Εγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν· λούσαντες δὲ αὐτὴν ἔθηκαν ἐν ὑπερῴῳ. ᾿Εγγὺς δὲ οὔσης Λύδδης τῇ ᾿Ιόππῃ οἱ μαθηταὶ ἀκούσαντες ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ, ἀπέστειλαν δύο ἄνδρας πρὸς αὐτὸν παρακαλοῦντες μὴ ὀκνῆσαι διελθεῖν ἕως αὐτῶν. ᾿Αναστὰς δὲ Πέτρος συνῆλθεν αὐτοῖς· ὃν παραγενόμενον ἀνήγαγον εἰς τὸ ὑπερῷον, καὶ παρέστησαν αὐτῷ πᾶσαι αἱ χῆραι κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια ὅσα ἐποίει μετ᾿ αὐτῶν οὖσα ἡ Δορκάς. ᾿Εκβαλὼν δὲ ἔξω πάντας ὁ Πέτρος θεὶς τὰ γόνατα προσηύξατο, καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα εἶπε· Ταβιθά, ἀνάστηθι. ῾Η δὲ ἤνοιξε τοὺς ὀφθαλμοὺς αὐτῆς, καὶ ἰδοῦσα τὸν Πέτρον ἀνεκάθισε. Δοὺς δὲ αὐτῇ χεῖρα ἀνέστησεν αὐτήν, φωνήσας δὲ τοὺς ἁγίους καὶ τὰς χήρας παρέστησεν αὐτὴν ζῶσαν. Γνωστὸν δὲ ἐγένετο καθ᾿ ὅλης τῆς ᾿Ιόππης, καὶ πολλοὶ ἐπίστευσαν ἐπὶ τὸν Κύριον.

Απόδοση:
Εκεῖνες τὶς ἡμέρες, περνώντας ὁ Πέτρος ἀπ’ ὅλες τὶς ἐκκλησίες, κατέβηκε καὶ στοὺς χριστιανοὺς ποὺ κατοικοῦσαν στὴ Λύδδα. ᾿Εκεῖ βρῆκε κάποιον ἄνθρωπο ποὺ λεγόταν Αἰνέας. Αὐτὸς ἦταν ὀχτὼ χρόνια κατάκοιτος, ἐπειδὴ ἦταν παράλυτος. ῾Ο Πέτρος τοῦ εἶπε· «Αἰνέα, σὲ γιατρεύει ὁ ᾿Ιησοῦς Χριστός. Σήκω καὶ στρῶσε τὸ κρεβάτι σου». Κι αὐτὸς ἀμέσως σηκώθηκε. ῞Ολοι ὅσοι κατοικοῦσαν στὴ Λύδδα καὶ στὸν Σάρωνα τὸν εἶδαν καὶ δέχτηκαν τὸν ᾿Ιησοῦ γιὰ Κύριό τους. Στὴν ᾿Ιόππη ἦταν μιὰ μαθήτρια ποὺ τὴν ἔλεγαν Ταβιθά -στὰ ἑλληνικὰ σημαίνει «Δορκάδα». Αὐτὴ εἶχε κάνει πολλὲς ἀγαθοεργίες καὶ ἐλεημοσύνες. ᾿Εκεῖνες τὶς μέρες συνέβη νὰ ἀρρωστήσει καὶ νὰ πεθάνει. Τὴν ἔλουσαν, λοιπόν, καὶ τὴν ἔβαλαν στὸ ἀνώγειο. ῾Η Λύδδα ἦταν κοντὰ στὴν ᾿Ιόππη, καί, ὅταν οἱ μαθητὲς ἄκουσαν ὅτι ὁ Πέτρος ἦταν ἐκεῖ, τοῦ ἔστειλαν δύο ἄνδρες καὶ τὸν παρακαλοῦσαν νὰ πάει σ’ αὐτοὺς ὅσο γίνεται πιὸ γρήγορα. Αὐτὸς ξεκίνησε καὶ πῆγε μαζί τους. Μόλις ἔφτασε, τὸν ἀνέβασαν στὸ ἀνώγειο. ᾿Αμέσως τὸν περικύκλωσαν ὅλες οἱ χῆρες κλαίγοντας καὶ δείχνοντάς του τὰ ροῦχα ποὺ εἶχε φτιάξει γι’ αὐτοὺς ἡ Δορκάδα ὅσο ζοῦσε. ῾Ο Πέτρος τότε τοὺς ἔβγαλε ὅλους ἔξω, γονάτισε καὶ προσευχήθηκε. Κατόπιν γύρισε στὴ νεκρὴ καὶ τῆς εἶπε· «Ταβιθά, σήκω πάνω». Αὐτὴ ἄνοιξε τὰ μάτια της, κι ὅταν εἶδε τὸν Πέτρο ἀνασηκώθηκε. ῾Ο Πέτρος τῆς ἔδωσε τὸ χέρι του καὶ τὴ σήκωσε. ῞Υστερα φώναξε τοὺς πιστοὺς καὶ τὶς χῆρες καὶ τοὺς τὴν παρουσίασε ζωντανή. Αὐτὸ ἔγινε γνωστὸ σ’ ὅλη τὴν ᾿Ιόππη, καὶ πολλοὶ πίστεψαν στὸν Κύριο.


Το Ευαγγελικό Ανάγνωσμα
(᾿Ιω. ε´ 1-15)

Τῷ καιρῷ ἐκείνῳ, ἀνέβη ᾿Ιησοῦς εἰς ῾Ιεροσόλυμα. ῎Εστι δὲ ἐν τοῖς ῾Ιεροσολύμοις ἐπὶ τῇ προβατικῇ κολυμβήθρα, ἡ ἐπιλεγομένη ῾Εβραϊστὶ Βηθεσδά, πέντε στοὰς ἔχουσα. ᾿Εν ταύταις κατέκειτο πλῆθος πολὺ τῶν ἀσθενούντων, τυφλῶν, χωλῶν, ξηρῶν, ἐκδεχομένων τὴν τοῦ ὕδατος κίνησιν. ῎Αγγελος γὰρ κατὰ καιρὸν κατέβαινεν ἐν τῇ κολυμβήθρᾳ, καὶ ἐταράσσετο τὸ ὕδωρ· ὁ οὖν πρῶτος ἐμβὰς μετὰ τὴν ταραχὴν τοῦ ὕδατος ὑγιὴς ἐγίνετο ᾧ δήποτε κατείχετο νοσήματι. ῏Ην δέ τις ἄνθρωπος ἐκεῖ τριάκοντα καὶ ὀκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ αὐτοῦ. Τοῦτον ἰδὼν ὁ ᾿Ιησοῦς κατακείμενον, καὶ γνοὺς ὅτι πολὺν ἤδη χρόνον ἔχει, λέγει αὐτῷ· Θέλεις ὑγιὴς γενέσθαι; ᾿Απεκρίθη αὐτῷ ὁ ἀσθενῶν· Κύριε, ἄνθρωπον οὐκ ἔχω, ἵνα ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν· ἐν ᾧ δὲ ἔρχομαι ἐγώ, ἄλλος πρὸ ἐμοῦ καταβαίνει. Λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· ῎Εγειρε, ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει. Καὶ εὐθέως ἐγένετο ὑγιὴς ὁ ἄνθρωπος, καὶ ἦρε τὸν κράβαττον αὐτοῦ καὶ περιεπάτει. ῏Ην δὲ Σάββατον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. ῎Ελεγον οὖν οἱ ᾿Ιουδαῖοι τῷ τεθεραπευμένῳ· Σάββατόν ἐστιν· οὐκ ἔξεστί σοι ἆραι τὸν κράβαττον. ᾿Απεκρίθη αὐτοῖς· ῾Ο ποιήσας με ὑγιῆ, ἐκεῖνός μοι εἶπεν· ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει. ᾿Ηρώτησαν οὖν αὐτόν· Τίς ἐστιν ὁ ἄνθρωπος ὁ εἰπών σοι, ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει; ῾Ο δὲ ἰαθεὶς οὐκ ᾔδει τίς ἐστιν· ὁ γὰρ ᾿Ιησοῦς ἐξένευσεν ὄχλου ὄντος ἐν τῷ τόπῳ. Μετὰ ταῦτα εὑρίσκει αὐτὸν ὁ ᾿Ιησοῦς ἐν τῷ ἱερῷ καὶ εἶπεν αὐτῷ· ῎Ιδε ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν σοί τι γένηται. ᾿Απῆλθεν ὁ ἄνθρωπος καὶ ἀνήγγειλε τοῖς ᾿Ιουδαίοις ὅτι ᾿Ιησοῦς ἐστιν ὁ ποιήσας αὐτὸν ὑγιῆ.


Απόδοση:
Ἐκεῖνο τὸν καιρό, ἀνέβηκε ὁ ᾿Ιησοῦς στὰ ῾Ιεροσόλυμα. Κοντὰ στὴν προβατικὴ πύλη, στὰ ῾Ιεροσόλυμα, ὑπάρχει μιὰ δεξαμενὴ μὲ πέντε στοές, ποὺ ἑβραϊκὰ ὀνομάζεται Βηθεσδά. Σ’ αὐτὲς τὶς στοὲς κείτονταν πολλοὶ ἄρρωστοι, τυφλοί, κουτσοί, παράλυτοι, ποὺ περίμεναν νὰ ἀναταραχθεῖ τὸ νερό· γιατί, ἀπὸ καιρὸ σὲ καιρό, ἕνας ἄγγελος Κυρίου κατέβαινε στὴ δεξαμενὴ κι ἀνατάραζε τὰ νερά· ὅποιος, λοιπόν, ἔμπαινε πρῶτος μετὰ τὴν ἀναταραχὴ τοῦ νεροῦ, αὐτὸς γινόταν καλά, ὅποια κι ἂν ἦταν ἡ ἀρρώστια ποὺ τὸν ταλαιπωροῦσε. ᾿Εκεῖ ἦταν κι ἕνας ἄνθρωπος, ἄρρωστος τριάντα ὀκτὼ ὁλόκληρα χρόνια. ῞Οταν τὸν εἶδε ὁ ᾿Ιησοῦς κατάκοιτο, τὸν ρώτησε· «Θέλεις νὰ γίνεις καλά;» ῎Ηξερε πὼς ἦταν ἔτσι γιὰ πολὺν καιρό. «Κύριε», τοῦ ἀποκρίθηκε ὁ ἄρρωστος, «δὲν ἔχω κανέναν νὰ μὲ βάλει στὴ δεξαμενὴ μόλις ἀναταραχτοῦν τὰ νερά· ἔτσι, ἐνῶ ἐγὼ προσπαθῶ νὰ πλησιάσω μόνος μου, πάντοτε κάποιος ἄλλος κατεβαίνει στὸ νερὸ πρὶν ἀπὸ μένα». ῾Ο ᾿Ιησοῦς τοῦ λέει· «Σήκω πάνω, πάρε τὸ κρεβάτι σου καὶ περπάτα». Κι ἀμέσως ὁ ἄνθρωπος ἔγινε καλά, σήκωσε τὸ κρεβάτι του καὶ περπατοῦσε. ῾Η μέρα ποὺ ἔγινε αὐτὸ ἦταν Σάββατο. ῎Ελεγαν, λοιπόν, οἱ ᾿Ιουδαῖοι ἄρχοντες στὸν θεραπευμένο· «Εἶναι Σάββατο, καὶ δὲν ἐπιτρέπεται νὰ σηκώνεις τὸ κρεβάτι σου». Αὐτὸς ὅμως τοὺς ἀπάντησε· «᾿Εκεῖνος ποὺ μ’ ἔκανε καλά, ἐκεῖνος μοῦ εἶπε “πάρε τὸ κρεβάτι σου καὶ περπάτα”». Τὸν ρώτησαν· «Ποιὸς εἶναι ὁ ἄνθρωπος ποὺ σοῦ εἶπε “πάρε το καὶ περπάτα;”» ῾Ο θεραπευμένος ὅμως δὲν ἤξερε νὰ πεῖ ποιὸς ἦταν, ἐπειδὴ ὁ ᾿Ιησοῦς εἶχε φύγει ἀπαρατήρητος ἐξαιτίας τοῦ πλήθους ποὺ ἦταν μαζεμένο ἐκεῖ. ᾿Αργότερα ὁ ᾿Ιησοῦς τὸν βρῆκε στὸν ναὸ καὶ τοῦ εἶπε· «Βλέπεις, ἔχεις γίνει καλά· ἀπὸ δῶ καὶ πέρα μὴν ἁμαρτάνεις, γιὰ νὰ μὴν πάθεις τίποτα χειρότερο». ῾Ο ἄνθρωπος ἔφυγε ἀμέσως κι ἀνάγγειλε στοὺς ᾿Ιουδαίους ἄρχοντες ὅτι ὁ ᾿Ιησοῦς ἦταν αὐτὸς ποὺ τὸν γιάτρεψε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου