Πνευματικό Κέντρο Ιερού Ναού Αγίας Σοφίας Πειραιώς

Μπούρμπαχη 24, 185 43 Πειραιάς,
210 42 03 990,
agiasofiapeiraios@yahoo.gr

Εορτολόγιο

Παρασκευή, 22 Νοεμβρίου 2013

Ο Απόστολος και το Ευαγγέλιο της Κυριακής 24 Νοεμβρίου 2013 (ΙΓ´ Λουκά)


Το Αποστολικό Ανάγνωσμα
(Γαλ. στ´ 11-1)

Ἀδελφοί, ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί. ῞Οσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκί, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι, μόνον ἵνα μὴ τῷ σταυρῷ τοῦ Χριστοῦ διώκωνται. Οὐδὲ γὰρ οἱ περιτετμημένοι αὐτοὶ νόμον φυλάσσουσιν, ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι, ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται. ᾿Εμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ, δι᾿ οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμῳ. ᾿Εν γὰρ Χριστῷ ᾿Ιησοῦ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις. Καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπ᾿ αὐτοὺς καὶ ἔλεος, καὶ ἐπὶ τὸν ᾿Ισραὴλ τοῦ Θεοῦ. Τοῦ λοιποῦ κόπους μοι μηδεὶς παρεχέτω· ἐγὼ γὰρ τὰ στίγματα τοῦ Κυρίου ᾿Ιησοῦ ἐν τῷ σώματί μου βαστάζω. ῾Η χάρις τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί· ἀμήν. Αδελφοί, Χριστός ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν, ἐν τῇ σαρκὶ αὐτοῦ τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ Θεῷ διὰ τοῦ σταυροῦ, ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ· καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν καὶ τοῖς ἐγγύς, ὅτι δι᾿ αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι ἐν ἑνὶ πνεύματι πρὸς τὸν πατέρα. ῎Αρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ Θεοῦ, ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ ᾿Ιησοῦ Χριστοῦ, ἐν ᾧ πᾶσα οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ· ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν Πνεύματι.

Απόδοση:
Αδελφοί, προσέξτε μὲ πόσο μεγάλα γράμματα σᾶς γράφω τώρα μὲ τὸ ἴδιο μου τὸ χέρι. ῞Οσοι θέλουν ν’ ἀποκτήσουν καλὴ φήμη στοὺς ἀνθρώπους, αὐτοὶ σᾶς ὑποχρεώνουν νὰ περιτέμνεστε, μὲ μόνο στόχο νὰ μὴν καταδιώκονται ἀπὸ τοὺς ᾿Ιουδαίους ἐξαιτίας τοῦ σταυροῦ τοῦ Χριστοῦ. ῎Αλλωστε οὔτε κι αὐτοὶ ποὺ ἐπιμένουν στὴν περιτομὴ τηροῦν τὸν νόμο. ῾Απλῶς θέλουν νὰ περιτέμνεστε ἐσεῖς, γιὰ νὰ καυχηθοῦν ὅτι σᾶς κατάφεραν νὰ τὸ κάνετε. ῞Οσο γιὰ μένα, δὲν θέλω ἄλλη ἀφορμὴ γιὰ καύχηση ἐκτὸς ἀπὸ τὸν σταυρὸ τοῦ Κυρίου μας ᾿Ιησοῦ Χριστοῦ, τὸν σταυρὸ ποὺ πάνω του ὁ κόσμος πέθανε γιὰ μένα κι ἐγὼ γιὰ τὸν κόσμο. Γιὰ ὅσους ἀνήκουν στὸν ᾿Ιησοῦ Χριστὸ δὲν ἔχει καμιὰ σημασία οὔτε τὸ νὰ κάνεις περιτομὴ οὔτε τὸ νὰ μὴν κάνεις, ἀλλὰ ὅλοι εἶναι νέα δημιουργήματα τοῦ Θεοῦ. ῞Οσοι ἀκολουθοῦν αὐτὴ τὴν ἀρχή, θὰ ἔχουν τὴν εἰρήνη καὶ τὸ ἔλεος τοῦ Θεοῦ μαζί τους, αὐτοὶ καὶ ὅλος ὁ λαὸς τοῦ Θεοῦ. Στὸ ἑξῆς κανένας ἂς μὴ μοῦ δημιουργεῖ προβλήματα. ᾿Αρκετὰ ἔχω πάθει γιὰ τὸν ᾿Ιησοῦ, ὅπως δείχνουν τὰ σημάδια στὸ σῶμα μου. ῾Η χάρη τοῦ Κυρίου μας ᾿Ιησοῦ Χριστοῦ εὔχομαι νὰ εἶναι μαζί σας, ἀδελφοί μου. ᾿Αμήν.


Το Ευαγγελικό Ανάγνωσμα
(Λουκ. ιη´ 18-27)
Τῷ καιρῷ ἐκείνῳ, ἄρχων τις προσῆλθε τῷ ᾿Ιησοῦ λέγων· Διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; Εἶπε δὲ αὐτῷ ὁ ᾿Ιησοῦς· Τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός. Τὰς ἐντολὰς οἶδας· «μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου». ῾Ο δὲ εἶπε· Ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου. ᾿Ακούσας δὲ ταῦτα ὁ ᾿Ιησοῦς εἶπεν αὐτῷ· ῎Ετι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι. ῾Ο δὲ ἀκούσας ταῦτα περίλυπος ἐγένετο· ἦν γὰρ πλούσιος σφόδρα. ᾿Ιδὼν δὲ αὐτὸν ὁ ᾿Ιησοῦς περίλυπον γενόμενον εἶπε· Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ! Εὐκοπώτερον γάρ ἐστι κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. Εἶπον δὲ οἱ ἀκούσαντες· Καὶ τίς δύναται σωθῆναι; ῾Ο δὲ εἶπε· Τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατὰ παρὰ τῷ Θεῷ ἐστιν.

Απόδοση:
Εκεῖνο τὸν καιρό, κάποιος ἄρχοντας πλησίασε τὸν ᾿Ιησοῦ καὶ τοῦ εἶπε· «᾿Αγαθὲ Διδάσκαλε, τί νὰ κάνω γιὰ νὰ κληρονομήσω τὴν αἰώνια ζωή;» ῾Ο ᾿Ιησοῦς τοῦ ἀπάντησε· «Γιατί μὲ ἀποκαλεῖς “ἀγαθό”; Κανένας δὲν εἶναι ἀγαθός, παρὰ μόνο ἕνας, ὁ Θεός. Ξέρεις τὶς ἐντολές· μὴ μοιχεύσεις, μὴ σκοτώσεις, μὴν κλέψεις, μὴν ψευδομαρτυρήσεις, τίμα τὸν πατέρα σου καὶ τὴ μητέρα σου». Κι ἐκεῖνος τοῦ εἶπε· «῞Ολα αὐτὰ τὰ τηρῶ ἀπὸ τὰ νιάτα μου». ῞Οταν τ’ ἄκουσε ὁ ᾿Ιησοῦς τοῦ εἶπε· «῞Ενα ἀκόμη σοῦ λείπει· πούλησε ὅλα ὅσα ἔχεις καὶ δῶσε τὰ χρήματα στοὺς φτωχούς, κι ἔτσι θὰ ἔχεις θησαυρὸ κοντὰ στὸν Θεό· κι ἔλα νὰ μὲ ἀκολουθήσεις». Μόλις ἐκεῖνος τ’ ἄκουσε αὐτά, πολὺ στενοχωρήθηκε, γιατὶ ἦταν πάμπλουτος. ῞Οταν ὁ ᾿Ιησοῦς τὸν εἶδε τόσο στενοχωρημένον, εἶπε· «Πόσο δύσκολα θὰ μποῦν στὴ βασιλεία τοῦ Θεοῦ αὐτοὶ ποὺ ἔχουν τὰ χρήματα! Εὐκολότερο εἶναι νὰ περάσει καμήλα μέσα ἀπὸ βελονότρυπα, παρὰ νὰ μπεῖ πλούσιος στὴ βασιλεία τοῦ Θεοῦ». ῞Οσοι τὸν ἄκουσαν εἶπαν· «Τότε ποιὸς μπορεῖ νὰ σωθεῖ;» Κι ἐκεῖνος τοὺς ἀπάντησε· «Αὐτὰ ποὺ γιὰ τοὺς ἀνθρώπους εἶναι ἀδύνατα, γιὰ τὸν Θεὸ εἶναι δυνατά».

0 σχόλια:

Δημοσίευση σχολίου