Αδελφοί, εἰ γὰρ ὁ δι' ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν, πῶς ἡμεῖς ἐκφευξόμεθα ηλικαύτης ἀμελήσαντες σωτηρίας; Ἥτις ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη, συνεπιμαρτυροῦντος τοῦ Θεοῦ σημείοις τε καὶ τέρασι καὶ ποικίλαις δυνάμεσι καὶ Πνεύματος Ἁγίου μερισμοῖς κατὰ τὴν αὐτοῦ θέλησιν. Οὐ γὰρ ἀγγέλοις ὑπέταξε τὴν οἰκουμένην τὴν μέλλουσαν, περὶ ἧς λαλοῦμεν, διεμαρτύρατο δέ πού τις λέγων· τί ἐστιν ἄνθρωπος ὅτι μιμνήσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου ὅτι ἐπισκέπτῃ αὐτόν; Ἠλάττωσας αὐτὸν βραχύ τι παρ' ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν, πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ· ἐν γὰρ τῷ ὑποτάξαι αὐτῷ τὰ πάντα οὐδὲν ἀφῆκεν αὐτῷ ἀνυπότακτον. Νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα· τὸν δὲ βραχύ τι παρ' ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον, ὅπως χάριτι Θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου. Ἔπρεπε γὰρ αὐτῷ, δι' ὃν τὰ πάντα καὶ δι' οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα, τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων τελειῶσαι.
Απόδοση:
Αδελφοί, Διότι ἐὰν ὁ λόγος, ὁ ὁποῖος ἐκηρύχθηκε δι' ἀγγέλων, εἶχε κῦρος καὶ κάθε παράβασις καὶ παρακοὴ ἔλαβε δικαίαν ἀνταπόδοσιν, πῶς θὰ ξεφύγωμεν ἐμεῖς, ἐὰν δείξωμεν ἀμέλειαν διὰ μίαν τόσον μεγάλην σωτηρίαν; Ἡ σωτηρία αὐτὴ ἄρχισε νὰ κηρύττεται ἀπὸ τὸν Κύριον, ἔπειτα μᾶς ἐβεβαιώθηκε ἀπὸ ἐκείνους ποὺ τὴν ἄκουσαν, καὶ ὁ Θεὸς προσέθετε τὴν μαρτυρίαν του μὲ σημεῖα καὶ τέρατα καὶ μὲ διάφορα θαύματα καὶ μὲ διαμοιρασμὸν χαρισμάτων τοῦ Ἁγίου Πνεύματος σύμφωνα μὲ τὴν θέλησίν του. Διότι ὁ Θεὸς δὲν ὑπέταξε εἰς ἀγγέλους τὸν μέλλοντα κόσμον, διὰ τὸν ὁποῖον μιλᾶμε. Διαβεβαίωσε τοῦτο ἕνας ποὺ λέγει κάπου, Τί εἶναι ὁ ἄνθρωπος, ὥστε νὰ τὸν θυμᾶσαι, ἢ τί εἶναι ὁ υἱὸς τοῦ ἀνθρώπου ὥστε νὰ τὸν προσέχῃς; Τὸν ἔκαμες δι' ὀλίγον χρόνον κατώτερον ἀπὸ τοὺς ἀγγέλους, μὲ δόξαν καὶ τιμὴν τὸν ἐστεφάνωσες καὶ τὸν ἔκανες κυρίαρχον τῶν ἔργων σου. Ὅλα τὰ ὑπέταξες κάτω ἀπὸ τὰ πόδια του. Ἀφοῦ λοιπὸν ὑπέταξε ὅλα εἰς αὐτόν, δὲν ἄφησε τίποτα ἀνυπότακτον εἰς αὐτόν. Ἀλλὰ τώρα δὲν βλέπομεν ἀκόμη νὰ ἔχουν ὅλα ὑποταχθῆ εἰς τὸν ἄνθρωπον. Βλέπομεν ὅμως τὸν Ἰησοῦν, ὁ ὁποῖος ἔγινε δι' ὀλίγον χρόνον κατώτερος ἀπὸ τοὺς ἀγγέλους, διὰ νὰ γευθῇ, διὰ τῆς χάριτος τοῦ Θεοῦ, θάνατον διὰ κάθε ἄνθρωπον, νὰ εἶναι στεφανωμένος μὲ δόξα καὶ τιμήν, λόγῳ τοῦ παθήματος τοῦ θανάτου. Διότι ἦτο πρέπον δι' αὐτόν, διὰ τὸν ὁποῖον καὶ διὰ τοῦ ὁποίου ὑπάρχουν τὰ πάντα, προκειμένου νὰ φέρῃ πολλοὺς υἱοὺς εἰς τὴν δόξαν, νὰ κάνῃ τὸν ἀρχηγὸν τῆς σωρητίας των τέλειον διὰ τῶν παθημάτων.
Ευαγγελικό Ανάγνωσμα (Λουκ. η΄ 41-56)
Tῷ καιρῷ ἐκείνῳ, ἂνθρωπός τις προσῆλθε τῷ Ἰησοῦ ᾧ ὄνομα Ἰάειρος, καὶ αὐτός ἄρχων τῆς συναγωγῆς ὑπῆρχε· καὶ πεσὼν παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ, ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ ὡς ἐτῶν δώδεκα καὶ αὕτη ἀπέθνῃσκεν. Ἐν δὲ τῷ ὑπάγειν αὐτὸν οἱ ὄχλοι συνέπνιγον αὐτόν. Καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον οὐκ ἴσχυσεν ὑπ' οὐδενὸς θεραπευθῆναι, προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, καὶ παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς. Καὶ εἶπεν ὁ Ἰησοῦς· Τίς ὁ ἁψάμενός μου; Ἀρνουμένων δὲ πάντων εἶπεν ὁ Πέτρος καὶ οἱ σὺν αὐτῷ· Ἐπιστάτα, οἱ ὄχλοι συνέχουσί σε καὶ ἀποθλίβουσι καὶ λέγεις τίς ὁ ἁψάμενός μου; Ὁ δὲ Ἰησοῦς εἶπεν· Ἥψατό μού τις· ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ' ἐμοῦ. Ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθε, τρέμουσα ἦλθε καὶ προσπεσοῦσα αὐτῷ δι' ἣν αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεν αὐτῷ ἐνώπιον παντὸς τοῦ λαοῦ, καὶ ὡς ἰάθη παραχρῆμα. Ὁ δὲ εἶπεν αὐτῇ· Θάρσει, θύγατερ, ἡ πίστις σου σέσωκέ σε· πορεύου εἰς εἰρήνην. Ἔτι αὐτοῦ λαλοῦντος ἔρχεταί τις παρὰ τοῦ ἀρχισυναγώγου λέγων αὐτῷ ὅτι τέθνηκεν ἡ θυγάτηρ σου· μὴ σκύλλε τὸν διδάσκαλον. Ὁ δὲ Ἰησοῦς ἀκούσας ἀπεκρίθη αὐτῷ λέγων· Μὴ φοβοῦ· μόνον πίστευε, καὶ σωθήσεται. Ἐλθὼν δὲ εἰς τὴν οἰκίαν οὐκ ἀφῆκεν εἰσελθεῖν οὐδένα εἰ μὴ Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον καὶ τὸν πατέρα τῆς παιδὸς καὶ τὴν μητέρα. Ἒκλαιον δὲ πάντες καὶ ἐκόπτοντο αὐτήν. Ὁ δὲ εἶπε· Μὴ κλαίετε· οὐκ ἀπέθανεν, ἀλλὰ καθεύδει. Καὶ κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀπέθανεν. Αὐτὸς δὲ ἐκβαλὼν ἔξω πάντας καὶ κρατήσας τῆς χειρὸς αὐτῆς ἐφώνησε λέγων· Ἡ παῖς, ἐγείρου. Καὶ ἐπέστρεψε τὸ πνεῦμα αὐτῆς, καὶ ἀνέστη παραχρῆμα, καὶ διέταξεν αὐτῇ δοθῆναι φαγεῖν. Καὶ ἐξέστησαν οἱ γονεῖς αὐτῆς. Ὁ δὲ παρήγγειλεν αὐτοῖς μηδενὶ εἰπεῖν τὸ γεγονός.
Απόδοση:



