Προσευχή των συζύγων και της οικογένειας



(+Γέροντος Σωφρονίου)
Κύριε Ἰησοῦ Χριστέ, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου,
ο τή σή αναβάσει ἐπὶ τὸν Γολγοθᾶν ἐξαγοράσας ημάς εκ τής κατάρας τού Νόμου
καὶ αποκαταστήσας τὴν πεπτωκυῖαν εἰκόνα Σου,
ὁ ἐκτείνας ἐπὶ τοῦ Σταυροῦ τὰς ἀχράντους χεῖράς Σου,
ἵνα τὰ ἐσκορπισμένα τέκνα τοῦ Θεοῦ ἐπισυναγάγῃς εἰς ἕν,
καὶ καλέσας τῇ ἐπιφοιτήσει τοῦ Παναγίου Πνεύματος εἰς ἑνότητα πάντας, Σύ , ὁ Ὤν τοῦ Πατρὸς τὸ ἀπαύγασμα,
πρὸ τῆς ἐξόδου Σου ἐπὶ τὴν μεγάλην ταύτην καὶ κοσμοσωτήριον ἱερουργίαν ἐδεήθης τοῦ Πατρός Σου, ἵνα πάντες ἕν ὦμεν,
καθὼς Σὺ εἶ μετὰ τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος τοῦ Ἁγίου.
Παράσχου τοίνυν ἡμῖν χάριν καὶ σοφίαν τοῦ ἐκπληροῦν τὴν ἐντολὴν ταύτην καθ’ἑκάστην, καὶ ἐνίσχυσον ἡμᾶς εἰς τὸν ἀγῶνα τῆς ἀγάπης ἐκείνης, ἥν Σὺ ἐνετείλω ἡμῖν, εἰπῶν: «Ἀγαπᾶτε ἀλλήλους καθὼς ἐγὼ ἠγάπησα ὑμᾶς».
Δώρησαι ἡμῖν διὰ τοῦ Ἁγίου Σου Πνεύματος τὴν δύναμιν τοῦ ταπεινοῦν ἑαυτοὺς ὁ εἷς ἐνώπιον τοῦ ἑτέρου, ἐν τῷ κατανοεῖν ὅτι, ἐὰν τις πλείον ἀγαπᾷ, πλείον καὶ ταπεινοῦται.
Δίδαξον ἡμᾶς εὔχεσθαι ὁ εἷς ὑπὲρ τοῦ ἄλλου, ἀλλήλων τὰ βάρη βαστάζειν ἐν ὑπομονῇ, καὶ ἕνωσον ἡμᾶς τῷ συνδέσμῳ τῆς ἀκαταλύτου ἀγάπης ἐν τῷ Ὀνὀματί Σου τῷ Ἁγίῳ, χαριζόμενος ἡμῖν ὡσαύτως τοῦ ὁρᾶν ἐν ἑκάστῳ ἀδελφῷ καὶ ἑκάστῃ ἀδελφὴ ἡμῶν τὴν εἰκόνα τῆς ἀῤῥήτου δόξης Σου καὶ μὴ ἐπιλανθάνεσθαι ὅτι Ὁ ἀδελφός ἡμῶν ἡ ζωὴ ἡμῶν ἐστί.
Ναί, Κύριε, ὁ τῇ σῇ εύδοκίᾳ ἐπισυναγαγὼν ἡμᾶς ἐπὶ τὸ αὐτό, ποίησον ἡμᾶς γενέσθαι ἐν ἀληθείᾳ μίαν οἰκογένειαν, ζῶσαν ἐν μιᾷ καρδίᾳ, μιᾷ θελήσει, μιᾷ ἀγάπῃ, ὡς εἷς ἄνθρωπος, κατὰ τὴν περὶ τοῦ προπάτορος Ἀδάμ προαιώνιον βουλήν Σου.
Ἐπισκίασον τὸν οἶκον ἡμῶν τῷ τοῦ φόβου Σου πνεύματι καὶ σκέπασον αὐτὸν τῇ σκέπῃ τῆς Παναχράντου Σου Μητρὸς καὶ πάντων τῶν Ἁγίων Σου, εὐλογῶν καὶ ὑπερασπιζόμενος ἕνα ἕκαστον τῶν ἐνθάδε διαμενόντων, διαφυλάττων ἡμᾶς ἐκ φθοροποιῶν λογισμῶν, ἀναρμόστων λόγων ἤ κινήσεων καρδίας, ἐπιβλαπτόντων τὴν εἰρήνην καὶ τὴν ὁμόνοιαν, οπως οἰκοδομηθῇ ὁ οἶκος οὗτος ἐπὶ τὴν πέτραν τῶν Εὐαγγελικῶν Σου Ἐντολῶν εἰς τόπον προσευχῆς, ἁγιασμοῦ καὶ σωτηρίας δι ’ ἡμᾶς αὐτούς, καὶ διὰ πάντας τοὺς ἐπισκεπτομένους ἡμᾶς,
τοὺς κοπιῶντας καὶ πεφορτισμένους ἀδελφοὺς καὶ ἀδελφάς ἡμῶν,
ἵνα πάντες εὕρωμεν ἀνάπαυσιν ἐν Σοί, τῷ πράῳ καὶ ταπεινῷ Βασιλεῖ ἡμῶν, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
το διαβάσαμε στο... opougis.blogspot.com
 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου